Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρνʹ Παρακέλευσις ὕμνου καθολική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-49
Not analysed yet
Ἀλληλούια. Ὁ μὲν πρῶτος ψαλμὸς ἀπὸ μακαρισμοῦ, ὁ δὲ τελευταῖος ἀπὸ αἴνου καὶ τοῦ αἰνεῖν τὸν θεὸν ἄρχεται· ἔδει γὰρ τὴν πασῶν ᾠδῶν προτέραν περιέχειν μακαρισμόν, δι’ οὗ καλεῖν ἐπὶ τὴν τήρησιν τῶν ἀπαγγελθησομένων ἦν δυνατόν, καὶ αἶνον τὸν τελευταῖον εἰς εὐχαριστίαν προτρέποντα τὸν διὰ πάντων τῶν προαναφωνηθέντων ὁδεύσαντα.