Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμθʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-31
Not analysed yet
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον. δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Καὶ ἐπειδὴ οὐκ ἄλλως ἦν ὑπεξαγαγεῖν καὶ ἐλευθερῶσαι τοὺς πάλαι τοῖς δαίμοσι δεδουλωμένους ἢ καθυποτάξαι πρότερον καὶ καταδῆσαι τοὺς ἄρχοντας αὐτῶν, εἰκότως ἐπιλέλεκται ταῦτα. νοήσεις δὲ καὶ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς, δι’ ἧς εἴρηται· πῶς δύναταί τις εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ ; Εὐχαὶ τοίνυν ἀποστολικαὶ καὶ λόγοι τε αὐτῶν καὶ διδασκαλίαι καὶ ὁ βίος ὁ τούτοις κατάλληλος αἵ τε κατὰ δαιμόνων ἐνεργοῦσαι πράξεις δεσμοὺς ἐνεποίουν ταῖς ἀντικειμέναις δυνάμεσιν, καὶ τούτων μάλιστα ταῖς μείζοσι καὶ ἀρχοντικαῖς, ὧν τὰς κατὰ τῶν ἐθνῶν ἐνεργείας τοῖς ἑαυτῶν λόγοις καὶ ταῖς ἑαυτῶν εὐχαῖς καταδήσαντες οἱ τοῦ σωτῆρος ἀπόστολοι ὑπὲρ πάσας τὰς ἐκ σιδήρου πεποιημένας χειροπέδας τὴν δύμαμιν αὐτῶν, δι’ ἧς περιέτρεχον ὧδε κἀκεῖ τὰ ἔθνη πάντα χειρούμενοι, τῷ ἑαυτῶν ἐπηγάγοντο βασιλεῖ. Παραλαβόντες δὲ τὰ ἔθνη εἰς μαθητείαν τὸν περὶ τῆς κρίσεως αὐτοῖς παρεδίδοσαν λόγον ἔγγραφον καταλιπόντες τὸ δόγμα, ὥστε ἔχειν διαπαντὸς εἰς ἀνάγνωσιν τὴν μνήμην τῶν ἐγγεγραμμένων ποιεῖσθαι. Μετὰ ταῦτα σφόδρα ἀκολούθως ἐπήγαγεν· δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ· ἑκάστῳ γὰρ τῶν ὁσίων τῶν ἀποδεδομένων ἡμῖν διὰ τούτων αὐτῶν κατορθοῦται ἡ δόξα, οἷον ὡς ἐπὶ παραδείγματος Παύλου δόξα ἦν τὸ λέγειν· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου . δόξα ἦσαν αὐτοῦ καὶ λαοί, οὓς ἐλευθερώσας ἀπὸ τῆς δαιμονικῆς πλάνης τῷ Χριστοῦ λόγῳ προσηγάγετο ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ ἐκκλησίαν συστησάμενος. δόξα δὲ αὐτοῦ ἦν καὶ τὰ εἰσέτι καὶ νῦν παραδεδομένα ἐν ταῖς ἐκκλησίαις ἔγγραφα αὐτοῦ ἀναγνώσματα, ἐν οἷς τὸ κρίμα τοῦ θεοῦ τὸ περὶ τῆς δαιμονικῆς καθαιρέσως περί τε τῆς ἐλευθερίας τῶν ἀθρωπίνων ψυχῶν ἐγγράφως καταβέβληται. οὕτω δὲ καὶ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀποστόλων.