Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρληʹ Ἔντευξις δικαίου σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1.1
Not analysed yet
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με. σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες, ὅτι οὐκ ἔστι λόγος ἐν γλώσσῃ μου. Πάντων μὲν θεὸς καὶ αὐτῶν τῶν μελλόντων καὶ τῶν κρυπτῶν τῆς καρδίας γνῶσιν ἔχει αὐτὸ τοῦτο νοῦς ἀκραιφνέστατος ὤν, δοκιμάζειν δὲ λέγεται τοὺς διὰ πειρασμῶν καὶ ἄλλων κακωτικῶν ἐπὶ πίστει καὶ δικαιοσύνῃ φανερουμένους. εἶπε γοῦν πρὸς τὸν Ἰὼβ μετὰ τοὺς πολλοὺς καὶ μεγάλους ἀγῶνας, οὓς πρὸς τὸν διάβολον διήθλησεν· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ὅθεν καὶ καθόλου εἴρηται· μακάριος ἀνήρ, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς · μετὰ γὰρ τὴν ἐν τοῖς τοιούτοις πεῖραν ἑαυτῷ καὶ τοῖς ἄλλοις λογικοῖς, ὅ τι τὸ κρυπτὸν τῆς καρδίας ,οὐχ ὅτι ὡσεὶ δόκιμός τις, ἀποδείκνυται. Ἀλλ’ εἰ καὶ λέγει κύριε ἐδοκίμασάς με καὶ ἔγνως με, οὐ τοῦθ’ ὑπείληφε τότε θεὸν ἐπίστασθαι αὐτὸν ὄντα πιστὸν καὶ γενναῖον ἀθλητήν, ὅτε εἰσήγαγεν αὐτὸν εἰς τὸ στάδιον· προωμολόγηται γὰρ πάντων πρόγνωσιν ἔχειν. ἐγνώσθη δὲ θεῷ ὁ δοκιμασθεὶς καθ’ ἕτερον τοῦ γινώσκειν σημαινόμενον ᾗ γινώσκειν μὲν τοὺς δικαίους, ἀγνοεῖν δὲ τοὺς φαύλους ὁμολογεῖ ὁτὲ μὲν λέγων· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων ,ὁτὲ δὲ περὶ αὐτοῦ γράφεται· ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ . τοῦτο δὲ τὸ γινώσκειν οὐ τὸ εἰδέναι δηλοῖ, ἀλλὰ τὸ ἄξιόν τινα γινώσκεσθαι ὑπὸ τοῦ θεοῦ τυγχάνοντα, ἀνακεκρᾶσθαι καὶ ἡνῶσθαι τῷ γινώσκοντι. οὕτω γοῦν ὁ δοκιμασθεὶς αὐτοῦ τοῦ θεοῦ γεγονὼς γνωσθήσεται ὑπ’ αὐτοῦ ὡς οἰκειωθεὶς αὐτῷ. Ἔπειτά φησιν· κατὰ βούλησιν τὴν σὴν καὶ ἐνεργῶ καὶ ἠρεμῶ καὶ ἔγνων σε τῷ ἠρεμεῖν μετὰ τὴν καθέδραν μου καὶ ἐν τῷ ἐνεργεῖν τὴν ἔγερσίν μου κατὰ τὸ προαποδοθὲν τοῦ γινώσκειν σημαινόμενον. ἀλλὰ καὶ ὁ μελετῶν τὰ θεῖα ῥήματα, ὡς γέγραπται, καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος ἐρεῖ τὴν προκειμένην φωνήν, ἔτι μὴν ἐπεὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ,ᾗ γράφει Παῦλος ταύτην τὴν ἔγερσιν καὶ τὴν μετὰ ταῦτα ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις κάθισιν πιστῶς καὶ εὐσεβῶς γινομένην. ἔγνω γοῦν τῶν μαθητῶν τὴν ἔγερσιν ἐπιτελεσθεῖσαν, ὅτε ὁ Ἰησοῦς πρὸς αὐτοὺς ἔφη· ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν . ἔγνω δὲ καὶ τὴν ἐπὶ δώδεκα θρόνους κάθισιν αὐτῶν γινομένην ἐπὶ τῷ κριθῆναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ . Πρὸς τῷ ἐγνωκέναι σε, φησίν, τὰς ἐνεργητικὰς σχέσεις μου σημαινομένας διὰ καθίσεως καὶ ἐγέρσεως σὺ καὶ τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν συνῆκας οὐ τότε αὐτοὺς συνείς, ὅτε ἔσχον αὐτοὺς κατ’ ἐνέργειαν, ἀλλὰ καὶ πρὸ ὑπάρξεώς μου καὶ παντὸς τοῦ κόσμου. δυνατὸν δὲ καὶ ἁπλούστερον εἰπεῖν· πρὸ πολλοῦ τοῦ πρᾶξαι καὶ φθέγξασθαί μέ τι ἔγνως μου τοὺς διαλογισμοὺς ἅτε τῶν κρυπτῶν γνώστης ὑπάρχων. θεωρητέον καὶ οὕτως· ἐπεὶ γενητὸς ὢν μακράν σου τυγχάνω κατ’ ἐξαλλαγὴν οὐσίας, καίτοι πόρρω μου δι’ ὑπερβάλλουσαν ὑπεροχὴν ὑπάρχων συνῆκας μου τοὺς διαλογισμοὺς κρίνας αὐτοὺς ἀξίους τῆς σῆς νοήσεως. Ἀλλὰ καὶ ἐξιχνίασας τὴν τρίβον μου καὶ τὴν σχοῖνον μου. ταῦτα δὲ πάντα ἄξια τῆς σῆς προκαταλήψεως γεγένηται, ἐπεὶ οὐδὲ πώποτε ἄδικον λόγον προήνεγκεν ἡ γλῶσσα μου. τρίβος δὲ πρὸς σχοῖνον διαφορὰν ἔχει· ὅτι ἡ μὲν τὸ συνεχῶς καὶ ἐπαλλήλως τετρίφθαι τὴν ὁδόν, ἡ δὲ τὸ μέτρον αὐτῆς σημαίνει· ἡ γὰρ σχοῖνος μέτρον ὁδοῦ. Αἰγύπτιοι δὲ μέτρον γῆς σημαίνειν φασί, καθὸ τὰς ὁδοὺς ἀνύοντές φασι σχοίνους τόσας διηνυκέναι, ὡς ἂν εἴποιεν ἕτεροι στάδια. ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει τινὰ διαστήματα καὶ ὥσπερ σχοίνους μεμετρημένας παρὰ τῷ θεῷ, πάντα τὸν τῆς ζωῆς μου χρόνον, φησίν, καὶ τὴν ὁδὸν ἣν ἤνυσα, σὺ αὐτὸς ἐξιχνίασας .