Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλζʹ Εὐχαριστία μετὰ προφητείας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-20
Not analysed yet
Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. ἐπ’ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου, καὶ ἔσωσέ με ἡ δεξιά σου. κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυὶδ καὶ παιδευθείς, ὅτι ὑψηλὸς ὁ κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ ,ἀγαθὰς ἑαυτῷ ὐπογράφει ἐλπίδας καὶ θαρσεῖν ἑαυτῷ παρακελεύεται εἰδώς, ὅτι ὁ τὰ ταπεινὰ ἐφορῶν ,οὗτος συνέσται αὐτῷ ἐν παντὶ καιρῷ περιστατικῷ ἐν αὐτοῖς τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσιν οὐκ ἐγκαταλιπὼν αὐτόν. σαφέστερον ταῦτα ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· ἐὰν πορευθῶ διὰ μέσου θλίψεως, περισώσεις με. κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτείνεις χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου. κύριος ἐπιτελέσει ὑπὲρ ἐμοῦ.