Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρληʹ Ἔντευξις δικαίου σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-34
Not analysed yet
Ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Νοήσεις τὸ εἰρημένον ἀπὸ τῆς κατὰ τὸν ἄνθρωπον ἱστορίας· ὡς γὰρ Μωυσῆς ἐπέθηκε τὰς χεῖρας ἐπὶ τὸν ἑαυτοῦ διάδοχον τὸν Ἰησοῦν καὶ μετέδωκεν αὐτῷ τοῦ ἐν αὐτῷ πνεύματος ἢ ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν παρεῖχον τοῖς ἀξίοις τὸ πνεῦμα καὶ ὡς ἔτι καὶ νῦν διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως ἐν ταῖς ἐκκλησιαστικαῖς λειτουργίαις πιστεύομεν ἀγαθοῦ τινος καὶ δυνάμεως θείας μεταλαμβάνειν τοὺς χειροθετουμένους, οὕτω καὶ ἐνταῦθά φησιν· σὺ αὐτὸς ὁ θεὸς πρὸς τὸ πλάσαι με καὶ τοῦτό μοι ἐχαρίσω τὸ δῶρον, αὐτὸς διὰ σεαυτοῦ ἐπέθηκάς μοι τὴν σαυτοῦ χεῖρα πολλὰ καὶ μεγάλα μοι δι’ αὐτῆς χαρισάμενος καὶ ἐπεὶ εὐλογίας μετέδωκας καὶ ἄρχοντα λαοῦ κατέστησας καὶ εἰς βασιλέα προήγαγες καὶ πνεύματος ἁγίου κατηξίωσας. δύναται δὲ οὐ μόνον περὶ ἑαυτοῦ ταῦτα λέγειν ὁ προφήτης Δαυίδ, ἀλλὰ καὶ περὶ τοῦ καθόλου ἀνθρώπου.