Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-3
Not analysed yet
Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Δοκεῖ ἀπολογίαν ἔχειν τὴν ἐν τοῖς προκειμένοις διδασκαλίαν τοῦ μὴ ἀκρίτως ἀποδεδοκιμάσθαι καὶ ἀποβεβλῆσθαι τὸν ἐκ περιτομῆς λαόν, εὐλόγως δὲ ταῦτα πεπονθέναι, ὅτι μυρίων καταξιωθέντες πρὸς τοῦ θεοῦ εὐεργεσιῶν αὐτοὶ ἑαυτοὺς ἐναντίους κατέστησαν καὶ ἐχθροὺς τῆς τοῦ θεοῦ προαιρέσεως. εἴη δ’ ἂν ταῦτα ὠφέλιμα εἰς διδασκαλίαν τῶν ἐθνῶν. ἐν ἀρχῇ μὲν οὖν καταριθμεῖται ὁ λόγος τὰς τοῦ θεοῦ εἰς ἐκείνους εὐεργεσίας, προϊὼν δ’ ἑξῆς τὰς τῶν αὐτῶν καταλέγει δυσσεβείας. οἱ προπάτορες τοίνυν αὐτῶν οἱ περὶ τὸν Ἀβραὰμ ὀλιγοστοὶ καὶ πάροικοι ὄντες ἐν τῇ γῇ τοσαύτης, φησίν, ἠξιώθησαν ὑπὸ τοῦ θεοῦ φροντίδος, ὡς ἐξ ἔθνους εἰς ἔθνος μεταβάντας καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον ὑπὸ μηδενὸς ἑτέρου ἀνθρώπων ἀδικηθῆναι καίπερ ἀμιξίας πολλῆς οὔσης τῶν τότε ἐθνῶν τοποκρατόρωντε ἀπηνῶν ὄντων καὶ μεστῶν πάσης ὠμότητος καὶ ἀπανθρωπίας. Ἀπὸ μὲν οὖν τῶν Χαλδαίων μετῆλθεν Ἀβραὰμ εἰς τὴν τῶν Χαναναίων μετανάστης γενόμενος καὶ πάλιν ἀπὸ τῆς Παλαιστινῶν εἰς Αἴγυπτον κατελθών ,ὅτε καὶ ἡ Σάρρα ὑπὸ τοῦ βασιλέως τῶν Αἰγυπτίων λαμβάνεται ,καὶ πάλιν ἀπὸ Αἰγύπτου ἐπανελθὼν καὶ παροικήσας εἰς τὴν Γαραριτικήν, ἔνθα καὶ ὁ υἱὸς αὐτοῦ Ἰσαὰκ μετ’ αὐτὸν ᾤκησεν. ἀλλὰ Ἰακὼβ μεταναστὰς ἀπὸ τῆς Παλαιστίνης κάτεισιν εἰς Αἴγυπτον καὶ . πλὴν ἐν τοσαύτῃ ξενιτείᾳ πλανηθέντας αὐτοὺς ὁ τῶν οἰκείων θεραπόντων ὑπέρμαχος θεὸς οὐκ ἀφῆκεν ἀδικηθῆναι πρός τινος καίτοι πολλῶν βουληθέντων ἀδικῆσαι αὐτούς. διαγράφει γοῦν ὁ Μωυσῆς τὰς κατ’ αὐτῶν ἐπιβουλὰς καὶ ὡς οὐκ ἀφῆκεν ὁ θεὸς ἄνθρωπον ἀδικῆσαι αὐτούς, ἀλλὰ καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. ἤτασε γοῦν ὁ θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις διὰ Σάρραν τὴν γυναῖκα Ἀβραάμ . καὶ τῷ Ἀβιμέλεχ ἐπιστὰς νυκτὸς εἶπεν· ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ ,καὶ ἐπιλέγει· ὅτι προφήτης ἐστὶ καὶ εὔξεται περὶ σοῦ ,ᾧ καὶ τὸ μετὰ χεῖρας λόγιον συμφωνεῖ φάσκον εἰρηκέναι τὸν θεὸν τοῖς τότε ἐπιβουλεύσασιν αὐτοῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. ἔνθα γενόμενος σημειώσει, τίνα τρόπον ὁ λόγος χριστοὺς αὐτοὺς ἐκείνους τοὺς περὶ τὸν Ἀβραὰμ καλεῖ καίτοι αἰσθητῷ ἐλαίῳ μηδαμοῦ κεχρισμένους μηδὲ κατὰ τὸν Μωυσέως νόμον ὁμοίως τῷ Ἀαρὼν χριστοὺς γενομένους; πόθεν οὖν ἄλλοθεν γεγόνασι χριστοὶ ἢ ἀπὸ τῆς μετοχῆς τοῦ φανέντος αὐτοῖς θεοῦ λόγου, ὅντινα εἶναι τὸν μονογενῆ υἱὸν πεπιστεύκαμεν;