Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-3
Not analysed yet
Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Δύο πραγμάτων ἐπαγγελίας ὁ θεὸς πρὸς τὸν Ἀβραάμ ,Ἰσαὰκ καὶ Ἰακὼβ ἐποιήσατο· ἐπειδὴ γὰρ ἦσαν βραχεῖς τὸν ἀριθμὸν καὶ πάροικοι ἐν ἀλλοτρίᾳ τότε κατοικοῦντες γῇ, τούτων τὰ ἐναντία παρέξειν αὐτοῖς ἐπηγγείλατο· ἀντὶ γὰρ τοῦ ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς πληθυνθήσεσθαι αὐτοὺς ἔφη ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ εὐλογήσειν ἐν αὐτοῖς πάντα τὰ ἔθνη καὶ πάσας τὰς φυλὰς τῆς γῆς ,ἀντὶ δὲ τοῦ παροίκους εἶναι ἐν γῇ Χαναὰν δεσπότας αὐτοὺς τῆς γῆς καταστήσειν. ἅπερ ἀμφότερα πεπλήρωται εἰς ἔργα χωρησάντων τῶν λόγων· κατέσχον μὲν γὰρ αὐτοὶ τὴν γῆν ἐπὶ Ἰησοῦ τοῦ Μωυσέως διαδόχου, ηὐξήθησαν δὲ καὶ ἐπληθύνθησαν ὡσεὶ ἄμμος τῆς θαλάσσης ἐν τοῖς μετὰ ταῦτα χρόνοις εἰσέτι τε καὶ νῦν τοῦ γένους αὐτῶν τὴν σύμπασαν οἰκουμένην πληροῦντος. ἀλλὰ καὶ τὰ ἔθνη εὐλογήθη διὰ τοῦ ἐκ σπέρματος αὐτῶν προελθόντος σωτῆρος ἡμῶν καὶ γέγονε καὶ αὐτὰ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. διὸ καὶ αὐτοῖς λέλεκται· ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν οὐρανῷ λόγον ζωῆς ἐπέχοντες.