Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-9
Not analysed yet
δελθ Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας. βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ὥσπερ ἀρχὴ κοιμήσεώς ἐστιν ὁ νυσταγμός, οὕτως ποτὲ καὶ ψυχὴ ἐν ἀρχῇ γενομένη ἁμαρτημάτων λέγεται νυστάζειν καθελκομένη μὲν ὥσπερ εἰς ὕπνον εἰς τὸ ἁμάρτημα, ἀνανεύουσα δὲ καὶ διεγειρομένη διὰ τῆς τῶν κρειττόνων μνήμης. πλὴν ἀλλὰ καὶ τοῦτο ὡς πάλαι συμβὰν αὐτῷ κατηγορεῖν ἑαυτοῦ ἔοικεν ἐξομολογούμενος· ἀλλ’ ἐὰν συνετίσῃς με τὰς ἐντολάς σου, βεβαιωθήσομαι ἐν τοῖς λόγοις σου. ἀναγκαίως δὲ συνετισθῆναι ἀξιῶ καὶ φωτισθῆναι τοὺς ὀφθαλμούς μου εἰς κατανόησιν τῶν νόμων σου, ἵνα πᾶσα ὁδὸς ἀδικίας ἀποστῇ ἀπ’ ἐμοῦ.