Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-4
Not analysed yet
Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν. καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. Ἕκτον δὴ ἀσέβημα τοῦτο καταριθμεῖται τοῦ λαοῦ. κεῖται δὲ ἡ ἱστορία ἐν τοῖς Ἀριθμοῖς ,ὡς ἐπόρνευσαν εἰς τὰς Μαδιανίτιδας, ὡς ἐτελέσθησαν τῷ Βεελφεγώρ. εἴδωλον δὲ ὁ Βαὰλ ἐν τόπῳ Φεγώρ. Ἕλληνες δὲ τὸν Βαὰλ Βὴλ ὀνομάζουσιν, ὅν φασιν εἶναι τὸν Κρόνον. ἔφαγον δὲ θυσίας νεκρῶν διὰ τὸ πᾶσαν τὴν τῶν εἰδώλων πλάνην ἤτοι διά τινων νεκρικῶν τῶν κατὰ γοητείαν ἔργων κατεσκευάσθαι ἢ νεκρῶν ἀνδρῶν περιέχειν μνήμας.