Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-6
Not analysed yet
Καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν. Καὶ τοῦτο μάθοις ἂν ἐπιστήσας, ποίας ἄρα Ἰουδαίων παῖδες κέκτηνται διανοίας ὁρῶντες τὰ μὲν ἑαυτῶν σεμνὰ καὶ ἅγια ἐκ βάθρων ἠφανισμένα τοῦ δὲ πρὸς αὐτῶν ἀτιμίᾳ περιβληθέντος σταυρῷ τε καὶ θανάτῳ παραδοθέντος, ,τὸ μὲν τοῦ θανάτου μνῆμα σπουδαῖς τε καὶ φιλοτιμίαις τετιμημένον, τὰς δὲ διὰ τῆς αὐτοῦ δυνάμεως καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθείσας ἐκκλησίας αὐξούσας ὁσημέραι καὶ πληθυνούσας καὶ ἐπὶ μέγα δόξης προϊούσας· ταῦτα γὰρ ὁρῶντες ὀφθαλμοῖς Ἰουδαίων παῖδες, πῶς οὐκ ἐντροπὴν καὶ αἰσχύνην εἰκότως περιβάλλονται ταῖς προκειμέναις προφητείαις ἀκολούθως;