Ancient Greek
3.9 to 3.10
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-6-10
Not analysed yet
Οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οἱ μὲν οὖν Ἰουδαῖοι μετὰ τὴν κατ’ αὐτοῦ ἐπιβουλὴν ἔρημοι τῆς τοῦ θεοῦ ἐπισκοπῆς γενόμενοι αἰσχύνην περιεβάλλοντο, ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν εὐφροσύνης εἰσέτι καὶ νῦν πληροῦται ἐπὶ τῇ διὰ τοῦ ὀνόματος αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης συνεστώσῃ ἐκκλησίᾳ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν. Ἢ κατὰ τὸν Σύμμαχον· οἱ ἀντικείμενοι αὐτῷ ἀσχημοσύνην .