Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13-4
Not analysed yet
Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Κεῖται ἐν Ἀριθμοῖς ἡ ἱστορία ,ὅπως λαβὼν Φινεὲς τὸν σειρομάστην διέπειρε τὴν Μαδιανίτιν ἅμα τῷ σὺν αὐτῇ πεπορνευκότι καὶ ὡς ἐκόπασε παραχρῆμα ἡ κατ’ αὐτῶν ὀργὴ ἅμα τῇ τοιαύτῃ πράξει. παρίστησι δὲ ὁ λόγος, ὅσον ἰσχύει παρὰ θεῷ ἑνὸς ἀνδρὸς δικαιοσύνη ὡς κοπάσαι τὴν ὀργὴν καὶ ἀνακρουσθῆναι τὴν κατὰ τῶν ἡμαρτηκότων θραῦσιν διὰ τὸν τοῦ Φινεὲς ζῆλον τὸν ὑπὲρ τοῦ θεοῦ.