Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-4
Not analysed yet
Καὶ παρώργισαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας. καὶ ἐκακώθη Μωυσῆς δι’ αὐτούς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. Μετὰ τὰ προειρημένα ἕβδομον τοῦτο παρώργισαν ἐφ’ ὕδατος ἀντιλογίας, καθ’ ὃν καιρὸν καὶ ὁ Μωυσῆς ἐκακώθη ἐγκληθεὶς καὶ αὐτὸς ὑπὸ τοῦ θεοῦ διὰ τὸ ἀπιστῆσαι ἐπὶ τοῦ ὕδατος, ὅτε ἀμφιβόλως καὶ διστακτικῶς τοῖς χείλεσιν αὐτοῦ διέστειλεν εἰπών· ἀκούσατέ μου οἱ ἀπειθεῖς τῇ καρδίᾳ. μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ; τότε γὰρ ἀκούει ὑπὸ τοῦ θεοῦ· ἐπειδὴ οὐκ ἐδόξασάς με ἐπὶ τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσελεύσῃ εἰς τὴν γῆν, ἣν ἐπηγγειλάμην τοῖς πατράσιν αὐτῶν.