Ancient Greek
3.15 to 3.16
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15-4-16
Not analysed yet
Οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη, ἃ εἶπε κύριος αὐτοῖς. Πρῶτον ἁμάρτημα αὐτῶν γέγονε, φησίν, ἐν τῇ γῇ τῆς ἐπαγγελίας τὸ μὴ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν καὶ ἔμαθον τὰ ἔργα αὐτῶν καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. Οὕτω, φησίν, τοῖς ἔθνησιν ἀνεκράθησαν ὡς κατὰ μηδὲν αὐτοὺς διαφέρειν τῶν ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν· διὰ γὰρ τὰ ἔργα τῶν ἐθνῶν τὰ ἄσεμνα καὶ ἀκόλαστα καὶ τοῖς εἰδώλοις αὐτῶν ἐδουλώθησαν· ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων.