Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15-6
Not analysed yet
ουαυ Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα. Θεοῦ συνεργοῦ καὶ βοηθοῦ χρεία εἰς τὸ ἕως σφόδρα φυλάττεσθαι ἡμῖν τὴν ἀλήθειαν καὶ μὴ ἐπαμφοτερίζειν ἡμῶν τὸ στόμα ποτὲ μὲν ἀληθεῦον, ποτὲ δὲ ψευδόμενον. εἰκότως δὲ εὔχεται τοῦτο φυλαχθῆναι αὐτῷ, ἐπειδὴ διὰ μνήμης φέρει τὰ κρίματα τοῦ θεοῦ καὶ ἐν ἀγωνίᾳ καθέστηκεν· εὖ οἶδα γάρ, ὅτι πάσης καθαρεύσας ψευδοδοξίας ἀπαραποδίστως φυλάξω τὸν νόμον σου διὰ παντὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος .