Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.16
Not analysed yet
Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Οὐκ ἂν ηὐξήθησαν οὐδ’ ἐκραταιώθησαν, εἰ μὴ ἔτυχον προστάτου Ἰωσὴφ καὶ τῆς παρὰ τοῦ Ἰωσὴφ δεξιώσεως τῆς τε παρὰ τοῖς Αἰγυπτίοις τιμῆς διὰ τοῦ Ἰωσὴφ αὐτοῖς παρασχεθείσης.