Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.17-2
Not analysed yet
Καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. Εἰ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, πῶς ἀνωτέρω εἴρηται· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου ; ἀλλ’ ὅρα, εἰ μὴ σαφῶς καὶ τὴν βδελυχθεῖσαν κληρονομίαν τοῦ προτέρου λαοῦ παρέστησεν ὁ λόγος καὶ περὶ ἑτέρας κληρονομίας θεσπίζει ὡς καὶ περὶ ἑτέρου ἔθνους καὶ περὶ ἑτέρου λαοῦ, μεθ’ ὧν εὔχεσθαι καταριθμηθῆναι διδάσκει. οὐ παραδίδωσι δὲ κύριος τὸν λαὸν αὐτοῦ, ἐὰν μὴ πρότερον βδελύξηται αὐτόν. βδελύσσεται δὲ διὰ τὰς προκαταλελεγμένας πράξεις. ἐπειδὰν δὲ ὁ κύριος παραδῷ τινάς, τότε οἱ ἐχθροὶ αὐτῶν κυριεύσωσιν αὐτῶν· ἕως γὰρ ὁ κύριος ἄρχει τινῶν, οὐ δύνανται τῶν αὐτῶν κυριεύειν ἕτεροι.