Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.16-3
Not analysed yet
ηθ Μερίς μου, κύριε, εἶπα φυλάξασθαι τὸν νόμον σου. Κατὰ τοὺς Λευίτας, οἷς διηγόρευται μηδὲν κεκτῆσθαι κατὰ τὸν βίον· λέλεκται γὰρ τοῖς Λευίταις καὶ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρών· οὐκ ἔστι μερὶς οὐδὲ κληρονομία ἐν τοῖς υἱοῖς Ἰσραήλ ,διότι κύριος μερὶς αὐτῶν.