Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.17
Not analysed yet
Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ. Ὥσπερ τὸν Ἰωσὴφ πρῶτον συγχωρεῖ δουλεῦσαι καὶ πέδαις καὶ σιδήρῳ ταπεινωθῆναι ,εἶτα μετὰ ταῦτα δοκιμὴν δεδωκότα τῆς οἰκείας ἀρετῆς προάγει ἐπὶ βασιλείαν, οὕτω καὶ νῦν βουλόμενος τῆς αὐτοῦ ἐπισκοπῆς καταξιῶσαι τὸν λαὸν πρῶτον αὐτὸν πειρατηρίοις ἐκδίδωσιν, ἵν’ ὕστερον λεχθῇ τό· καὶ ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἔκραξαν πρὸς κύριον τὸν θεὸν αὐτῶν. ἐπειδὴ δὲ εἴρηται ὅτι· μετέστρεψε τὴν καρδίαν αὐτῶν, δηλονότι τῶν Αἰγυπτίων, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, ἐρεῖς, ὅτι δικαίως ἔπραξεν ὁ θεός· ἐπειδὴ γὰρ ἐν πολλῇ γεγονότες ἀνέσει καὶ ἐλευθερίᾳ καὶ τιμῇ παρὰ τοῖς Αἰγυπτίοις εἰς λήθην ἦλθον τοῦ πατρῴου θεοῦ, ἐξέδωκαν δὲ ἑαυτοὺς ταῖς τῶν Αἰγυπτίων εἰδωλολατρείαις, διὰ τοῦτο δικαίως αὐτοῖς ἐπανέστησε τοὺς Αἰγυπτίους, ἐπειδὴ πεποιθότες αὐτοῖς κατωλιγώρησαν τοῦ θεοῦ, ὅπως θλιβέντες ὑπ’ αὐτῶν μάθωσι μὲν μὴ προσέχειν ἐκείνοις μηδὲ τῇ πολυθέῳ αὐτῶν δεισιδαιμονίᾳ, ἐπιστρέψωσι δὲ ἐπὶ τὸν θεὸν τῶν πατέρων αὐτῶν.