Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.17-3
Not analysed yet
Ἐλέησόν με κατὰ τὸ λόγιόν σου. Ἐπειδὴ ἁμαρτήσας μετενόησε, δεῖται τοῦ ἐλεηθῆναι ἅτε τοῦ λόγου τοῦ θεοῦ ἀμνηστίαν ἐπαγγελλομένου τοῖς μετανοοῦσιν. ὁ δὲ Ἀκύλας ἐλιτάνευσα τὸ πρόσωπόν σου εἰπὼν ἐπήγαγε δώρησαί μοι κατὰ τὸ λόγιόν σου . τί δὲ δώρησαί μοι; αὐτὸ τοῦτο τὸ μερίς μου εἶναι, ἐπειδὴ μὴ ἄλλως δυνατόν σου τοῦ θεοῦ μερίδος τυχεῖν ἢ κατὰ χάριν σὴν καὶ δωρεάν.