Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.18
Not analysed yet
Ἐξαπέστειλε Μωυσῆν, τὸν δοῦλον αὐτοῦ, Ἀαρών, ὃν ἐξελέξατο αὐτόν. Ἐπιτεμνόμενος τὴν ἱστορίαν τὰ μὲν μέτρια παραλιμπάνει, τὰ δὲ καίρια τῶν διηγημάτων τίθησιν· πάντα γὰρ τὰ ἐκ τοῦ θεοῦ εἰς αὐτοὺς εὐεργετήματα διαγράφει καί φησιν, ὡς μετὰ τὸ αὐτάρκως αὐτοὺς κακωθῆναι ὑπὸ τῶν Αἰγυπτίων τῷ ἀξίους τούτων γενέσθαι οὐκ εἰς μακρὰν αὐτοῖς σωτῆρα τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν ἀποστέλλει.