Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.18-2
Not analysed yet
Πλεονάκις ἐρρύσατο αὐτούς. αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Αὐτὸς μέν, φησίν, ἐρρύετο χρηστὸς ὢν αὐτοῖς καὶ γλυκὺς γιγνόμενος, οἱ δὲ παρεπίκραναν πικρὸν ἑαυτοῖς ποιοῦντες αὐτόν. καὶ πάλιν αὐτὸς ἔσωζεν οἷα σωτήρ, οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες. καὶ τοῦτο πλεονάκις ἐγίνετο, ἕως οὗ αὐτοὶ ἑαυτοὺς ἐταπείνωσαν ἐν ταῖς αὐτῶν ἀνομίαις. τούτοις ὅμοιόν ἐστι τό· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε · τὸ γὰρ ποσάκις ἠθέλησα ὅμοιον τυγχάνει τῷ πλεονάκις ἐρρύσατο αὐτοὺς καὶ τὸ οὐκ ἠθελήσατε παραπλήσιον τῷ καὶ ἐταπεινώθησαν ταῖς ἀνομίαις αὐτῶν.