Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.τηθ
Not analysed yet
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, κύριε, κατὰ τὸν λόγον σου. χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με. Ἀντὶ τοῦ χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου ,εὐεργετήσας τὸν δοῦλον σου ἐξέδωκεν ὁ Σύμμαχος. διδάσκεται δὲ ὁ τὰ θεῖα πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τῆς εἰς αὐτὸν γεγενημένης τοῦ θεοῦ εὐεργεσίας, εἰδέναι δέ, ὅτι χρηστότητος θεοῦ φθανούσης εἰς αὐτὸν κατηξίωται δοῦλος χρηματίσαι θεοῦ κατὰ λόγον αὐτοῦ γενόμενος.