Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.19-2
Not analysed yet
Καὶ εἶδεν ἐν τῷ θλίβεσθαι αὐτούς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτισάντων αὐτούς. Καὶ τοῦτο ἐπληροῦτο, ὅτε ἐνέβαλε κύριος ὁ θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου φιλανθρώπως χρήσασθαι τῷ Ἰουδαίων ἔθνει κατὰ τὰ ἐν τῇ γραφῇ τοῦ Ἔσδρα φερόμενα. ἀλλὰ καὶ εἰσέτι νῦν τῇ ἀρχῇ Ῥωμαίων δουλεύοντες ἐν οἰκτιρμοῖς τυγχάνουσι τοῦ θεοῦ τοῦτο αὐτοῖς δεδωρημένου, οὐχ ὅτι ἦσαν ἄξιοι, ἀλλὰ πάλιν διὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ .