Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.20-2
Not analysed yet
Σῶσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Διδάσκονται εὔχεσθαι τυχεῖν τῆς ἀπὸ τῶν ἐθνῶν συναγωγῆς, ἵν’ ἤδη ποτὲ τῆς διασπορᾶς ἀπαλλαγέντες ἐπὶ τὸ αὐτὸ συναχθῶσιν, ὅπερ Ἰουδαῖοι μὲν φαντάζονται μέλλειν ἔσεσθαι ἐν τῷ παρόντι βίῳ ἐπιστάντος αὐτοῖς τοῦ ἠλειμμένου, ἡμεῖς δὲ ἤδη τοῦ σωτῆρος ἡμῶν ἐπιλάμψαντος ἀνθρώποις ὁρῶμεν ἐκ πάντων τῶν ἐθνῶν τὸ πλῆθος τῶν ὁσημέραι ὑπὸ τὸν τοῦ θεοῦ υἱὸν ἐπισυναγομένων ψυχῶν ἐντεῦθεν τε παρασκευαζομένων ἐπὶ τὴν κρείττονα ἐπισυναγωγὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥντινα γῆν ἀληθῶς ἁγίαν παρὰ τὴν παροῦσαν ἐπαγγέλλεσθαι τὸν λόγον τοῖς ἀξίοις πεπιστεύκαμεν, περὶ ταύτης δὲ εἰρῆσθαι ἐν μὲν Eὐαγγελίοις τό· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν . ἔνθα οἱ αὐτόθεν προπαρεσκευασμένοι ἐπισυναχθέντες ἐξομολογήσονται εὐχαριστοῦντες τῷ θεῷ, ὑπὲρ ὧν ἠξιώθησαν ἀγαθῶν, ἀλλὰ καὶ ἐγκαυχήσονται ἐκεῖ γενόμενοι ἐπὶ τῇ αἰνέσει τοῦ σώσαντος αὐτοὺς θεοῦ.