Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.19-3
Not analysed yet
Χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Ἀντὶ τοῦ χρηστὸς εἶ σὺ αἱ λοιπαὶ ἐκδόσεις ἀγαθὸς εἶ σὺ ἡρμήνευσαν. οἶδα μὲν οὖν, φησίν, καὶ οὐκ ἀμφιβάλλω περὶ τῆς σῆς οὐσίας, ὅτι δὴ αὐτὸ ἀγαθὸν πέφυκεν. ἀλλὰ δέομαι διδασκαλίας τῶν δικαιωμάτων σου, ἣν ἀξιῶ διδάξαι με· διδασκαλίας γάρ μοι δεῖ εἰς τὸ γνῶναι τοὺς περὶ τῶν ὑπερηφάνων λόγους.