Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.20-3
Not analysed yet
Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἀντὶ δὲ τοῦ ἐτυρώθη ὁ μὲν Ἀκύλας φησίν· ἐλιπάνθη ὡς στέαρ ἡ καρδία αὐτῶν ,ὁ δὲ Σύμμαχος· ἐμυαλώθη ὡς στέαρ ἡ καρδία αὐτῶν . πλὴν ἀλλ’ εἰ κακεῖνοι ἐν τούτοις ἦσαν, ἐγὼ τῶν ἐμοὶ προκειμένων οὐκ ἀνεχώρουν ἐν ὅλῃ καρδίᾳ ἐξερευνῶν τὰς ἐντολάς σου ἀπὸ τῆς τούτων ἐρεύνης τὴν γνῶσιν τῆς σῆς προνοίας καὶ τῆς καθόλου διοικήσεως θηρώμενος. καὶ τῶν μὲν ἡ καρδία ἐλιπαίνετο ἐν τῇ παρούσῃ αὐτοῖς τρυφῇ, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.