Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-27
Not analysed yet
Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Τὸ ψάλλειν δι’ ὀργάνου γίνεται μουσικοῦ τοῦ καλουμένου ψαλτηρίου συμφώνως ἡρμοσμένου. τοιοῦτον δ’ ἐστὶ τὸ κοινὸν ἄθροισμα τῆς ἐκκλησίας, ἐν ὧ ἐκ διαφόρων δούλων θεοῦ ψυχῶν τε καὶ παντοίων τρόπων εἷς ὕμνος διὰ φωνῆς μιᾶς ἀναπέμπεται τῷ κυρίῳ. ἀλλὰ καὶ τὸ ἀνθρώπειον σῶμα ἐκ διαφόρων ἡρμοσμένων αἰσθήσεων ψαλτήριον ἂν εἴη καθ’ ἕτερον τρόπον, δι’ οὗ τὰ τῆς ἐναρέτου πολιτείας ὁ ἐν ἀνθρώπῳ νοῦς ἐμμελῶς καὶ εὐρύθμως ἀνακρουόμενος ἀνορθοῖ. Τὸ δὲ ὅτι καλὸν δύναται μὲν συνάπτεσθαι τῷ ὀνόματι τοῦ κυρίου, δύναται δὲ καὶ τῷ ψάλλειν. οἵ γε μὴν ἐνταῦθα παιδευόμενοι δοκοῦσί μοι ἐξ ἐθνῶν προσιόντες εἶναι τῷ λόγῳ, οἵτινες τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰακὼβ παιδεύονται ὡς ἂν ἀλλότριοι αὐτῶν ὄντες καὶ ἐξ ἑτέρου γένους ὁρμώμενοι.