Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-35
Not analysed yet
Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Τὰ ὅμοια καὶ ἐν τῷ ὀγδόῳ ψαλμῷ λέγεται περὶ τῆς τῶν ἐθνῶν κλήσεως τῆς διὰ τοῦ σωτῆρος ἡμῶν γενομένης, ὡς ἐξ αὐτῶν παρίσταται τῶν ῥητῶν. πυνθάνεται δὲ ὁ λόγος ἐρωτηματικῶς τὸ τί ἐστιν ἄνθρωπος; ἡμᾶς διδάξαι βουλόμενος, ὅτι μέγα ἄνθρωπος· οὐ γὰρ ἂν ἐχώρησε θεοῦ γνῶσιν, οὐδ’ ἂν ἐμνήσθη αὐτοῦ ὁ θεὸς οὕτως, ὡς καὶ σωτῆρα καὶ λυτρωτὴν ἐξαποστεῖλαι αὐτῷ τὸν ἑαυτοῦ λόγον. παραινεῖ δὲ ἐν τῷ αὐτῷ μηδ’ ἑνὸς ἀνθρώπων καταφρονεῖν. Ἡ δὲ τῆς ἀκολουθίας διάνοια θαυμαστὸν περιέχει τῆς τοῦ θεοῦ προνοίας τῆς περὶ τὸν ἄνθρωπον· · τί γὰρ τοιοῦτον κατορθοῖ ἄνθρωπος, ὡς αὐτόν σε, τὸν θεόν, διδάσκαλον ἐπιγράψασθαι, καὶ σοὶ μέλει, τῷ θεῷ, τὸν ἑαυτοῦ λαὸν ὑποτάσσειν αὐτῷ; ταῦτα δέ φησι διδάσκων, ὡς οὐκ ἂν ἐγνώσθη ποτὲ ἀνθρώπῳ ὁ θεὸς οὐδ’ ἂν ἐλογίσατο αὐτὸν εἶναί τι οὐδ’ ἂν ἐξ οὐρανοῦ τὸν λόγον αὐτοῦ δι’ αὐτὸν ἀπεστάλκει, εἰ μὴ μέγα τι ἦν καὶ ἄξιόν τι ἦν τῶν τοῦ θεοῦ λογισμῶν.