Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-3
Not analysed yet
Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔργα αὐτοῦ. ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον. Θέα, ὅπως ἀπὸ ἐξομολογήσεως ἤρξατο καὶ κατέληξεν εἰς εὐφροσύνην· ἀρχὴ μὲν γὰρ τῆς κατὰ θεὸν προκοπῆς ἐξομολόγησις, τέλος δὲ ἡ κατὰ θεὸν εὐφροσύνη. πλεῖστα δὲ μεταξὺ τούτων. δεήσει τοίνυν πρῶτον ἐξομολογεῖσθαι τῷ κυρίῳ ἐν καθαρᾷ συνειδήσει τῶν προτέρων ἁμαρτιῶν ποιουμένους ὁμολογίας διὰ γνησίας καὶ εἰλικρινοῦς μετανοίας καὶ καρπῶν πρεπόντων τῇ ἐξομολογήσει κατὰ τό· ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας ,ἔπειτα βελτιωθέντας θαρρεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ ,καὶ οὕτως μετὰ τὴν ἐξομολόγησιν ἐπικαλουμένους καταξιοῦσθαι τῶν παρὰ τοῦ θεοῦ χαρισμάτων, εἶτα τούτων τυχόντας ἑτέρους ὠφελεῖν διὰ τοῦ ἀπαγγέλλειν καὶ κηρύσσειν εἰς πάντας ἅπερ μεμαθήκασιν ἔργα αὐτοῦ, καὶ ἐπὶ τούτοις ὡς ἂν ἤδη καταξιωθέντας τῆς κατὰ θεὸν θυμηδίας ᾄδειν αὐτῷ καὶ ψάλλειν καὶ μετὰ ταῦτα ἑρμηνέας γίνεσθαι καὶ σαφηνιστὰς τῶν ἐν τοῖς θείοις λόγοις ἀπορρήτων, ὅπερ ἂν εἴη τὰ θαυμάσια αὐτοῦ ,εἶθ’ ὡς ἤδη κατορθωκότας τὰ τοσαῦτα ἐπαινεῖσθαι ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ καὶ τέλος μετὰ πάντα εὐφραίνεσθαι κατὰ διάνοιαν καρδίαν ὀνομαζομένην. αὕτη τὸν κύριον ἐκζητοῦσα ἐξ αὐτῆς τῆς ζητήσεως καὶ τῆς ἐπιγινομένης τῇ ζητήσει εὑρέσεως ἀπολαυέτω τῆς κατὰ θεὸν εὐφροσύνης. Ταῦτα δὲ πάντα ἡγοῦμαι εἰς πρόσωπον ἀναφέρεσθαι τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ ἁγίου πνεύματος· τὸ γὰρ ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ οὐκ ἄλλοις ἁρμόζει λέγεσθαι ἢ αὐτοῖς τοῖς ἀποστόλοις. μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἀποτέλεσμα· μόνοι γὰρ ἀπήγγειλαν αὐτοῦ τὰ ἔργα καὶ τὰ θαυμάσια ἐν πᾶσι τοῖς ἔθνεσι. ποίοις δὲ ἔθνεσιν ἢ τοῖς δι’ αὐτῶν τὸν τῶν ὅλων θεὸν ἐπεγνωκόσιν, οὓς διὰ τῶν ἀνωτέρω λελεγμένων καινὴν γενεὰν καὶ λαὸν κτιζόμενον προσηγόρευσεν;