Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-6
Not analysed yet
Ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν. Ἀλλ’ οὐκ ἐν μόνῳ τῷ ἐκ περιτομῆς λαῷ· ἤδη γὰρ ἐξ ἐκείνου προεώρα τῶν μὲν Ἰουδαίων τὴν ἐσομένην ἀποβολὴν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν, τῶν δὲ ἐθνῶν ἁπάντων τὴν κλῆσίν τε καὶ θεογνωσίαν.