Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-13
Not analysed yet
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Ἀλλ’ ἐπειδὴ ταῦθ’ οὕτως ἡμῖν ἐξήτασται, καιρὸς δὴ ἄνωθεν ἀρξαμένους τὸν πάντα ψαλμὸν ἐπισκέψασθαι. οἱ μὲν οὖν πρῶτοι μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ μηδαμοῦ μηδαμῶς ἔξω τοῦ νόμου βαίνοντες. οἱ δὲ δεύτεροι ὡς ἐπὶ κρείττονα καὶ ἀνώτερον ἀναβαίνοντες βαθμὸν ἄλλως γίνονται μακάριοι διὰ τοῦ μὴ μόνον κατορθοῦν τὸν ἠθικὸν τόπον, ἀλλ’ ἤδη καὶ ἐξερευνᾶν τὰ βάθη τῶν μαρτυρίων τοῦ θεοῦ. διὸ εἰκότως λέλεκται κατὰ τὸν δεύτερον μακαρισμόν· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ. τίνες δέ εἰσιν οὗτοι, διασαφεῖ λέγων· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν, οὐκ ἐξ ἐπιπολῆς οὐδ’ ἐκ μέρους μηδὲ παρέργως, πάσῃ δὲ ψυχῆς ὁρμῇ καὶ πάσῃ προθυμίᾳ διανοίας ἐκζητοῦντες τὸν θεόν.