Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμθʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-41
Not analysed yet
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Σφόδρα παραδόξως τὸν θάνατον τῶν ὁσίων ᾐνίξατο διὰ τοῦ εἰπεῖν ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν· κοίμησιν γὰρ εἴωθε τὸν θάνατον καλεῖν ἡ θεία γραφή. διό φησιν ὁ ἀπόστολος· περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί . καὶ ἐν τῇ παλαιᾷ δὲ εἴρηται· καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ . τῶν οὖν κεκοιμημένων τὴν μετὰ τὸν θάνατον ἀνάπαυλαν καὶ τὴν ἐν τούτω ἀγαλλίασιν ἀναγκαίως ὁ λόγος ἐθέσπισε κατὰ τό· ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω .