Ancient Greek
3.21 to 3.22
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.21-3-22
Not analysed yet
ιωθ Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ὑπόδειγμα γάρ με λαβόντες καὶ ὁρῶντες, ὅπως εἰς τοὺς λόγους σου ἤλπισα, καὶ αὐτοὶ τῶν ὁμοίων προσδοκήσουσι τυχεῖν. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Ὁ δε Σύμμαχος· ἔστω, ἀξιῶ, τὸ ἔλεος σου εἰς παραμυθίαν μου . ἱκανῶς με, φησίν, ἐπαίδευσας καὶ ἐκάκωσας. ψυχαγωγίας λοιπὸν καιρὸς καὶ τοῦ παρακληθῆναι με καὶ ὥσπερ ἐγγλυκανθῆναι μετὰ τὴν τῶν πικρῶν ὑπομονήν, ἵνα μὴ καταποθῶ ὑπὸ τῆς ταπεινώσεως.