Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.23
Not analysed yet
Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. Εἰ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου καὶ φθάσειάν με οἱ οἰκτιρμοί σου, οὐ καταποθήσομαι ὑπὸ τῆς ταπεινώσεως ,ἀλλ’ ἐγκαρτερήσας διὰ τῆς ὑπομονῆς εὖ οἶδα, ὅτι ζήσομαι. τυχεῖν δὲ τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἀξιῶ, ἐπεὶ καὶ αὐτὸς τὰ παρ’ ἐμαυτοῦ πάντα πληρῶν οὐ διαλιμπάνω καὶ ἐν αὐτῇ τῇ ταπεινώσει τὸν νόμον σου μελετήσω .