Ancient Greek
3.24 to 3.25
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.24-25
Not analysed yet
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. Ἕως μὲν γὰρ ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς καὶ ἀγωνία, μή πως ἄρα καὶ ἀσθενήσῃ καὶ χείρων ἑαυτῆς γένηται. ὅτε δὲ εἰς ἄκρον φθάσει τελειότητος ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσεται παντὸς φόβου οὐκέτι ἀμφιβάλλουσα, μήποτε ἄρα καταισχυνθῇ. χαβ Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. Σφόδρα ἀκολούθως ἑρμηνεύων τί τὸ σωτήριον ἐπιλέγει ἑξῆς· εἰς τὸν λόγον σου ἐπήλπισα, σημαίνων, ὅτι τὸ σωτήριον ὁ υἱὸς τοῦ θεοῦ ἐστιν.