Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.26
Not analysed yet
Δηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, κύριε. Ἀντὶ τοῦ διηγήσαντό μοι παράνομοι ἀδολεσχίας Ἀκύλας φησί· ἔσκαψάν μοι ὑπερήφανοι βρόχους ,ὁ δὲ Σύμμαχος· ὑπώρυξάν μοι ὑπερήφανοι ὑπόγεια ,ἡ δὲ πέμπτη ἔκδοσις· ὤρυξάν μοι βοθύνους . ἐπειδὴ τοίνυν, φησίν, τοιαῦτα κατ’ ἐμοῦ ἐμηχανήσαντο, ἤδη ποτὲ ἐπιστῆναί σου τὴν κρίσιν ἀξιῶ· καὶ γὰρ ἀδολεσχίας κατ’ ἐμοῦ διηγοῦντο ἐν τῷ ἐπιβουλεύειν μοι.