Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.27
Not analysed yet
λαμδ Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἀλήθειαν λέγει τὴν ἐπαγγελίαν. ταύτην οἶδα πάντως γενησομένην εἰς γενεὰν καὶ γενεάν· καθ’ ἑκάστην γὰρ γενεὰν μέρη τινὰ τῆς ἀληθείας εἰς ἀνθρώπους ἀποτελεῖται. καὶ τὰ σύμπαντα τοῦ κόσμου μέρη, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα ,τῇ σῇ διατάξει συνέστηκε μὴ κινούμενα τῶν ὅρων μηδὲ τὸν νόμον τὸν ὁρισθέντα αὐτοῖς παρεκβαίνοντα. αἴτιον δὲ τῆς τούτων ἁπάντων διαμονῆς τὸ σὲ μόνον κύριον εἶναι τῶν ὅλων. τὰ δὲ λοιπὰ πάντα σὰ δοῦλα καὶ ὡς δοῦλα ὑποτέτακται.