Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.28
Not analysed yet
μημ Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Εἰ δὲ λέγει που ὁ σωτήρ· οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον ,καὶ τὰ ἑξῆς, λεκτέον ὅτι ταῦτα εἴρηται τῷ σωτῆρι προσδιαστειλαμένῳ καὶ φήσαντι· μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς ,ὡς πρὸς ἐκεῖνον οὖν τὸν διδάσκαλον οὐκ ἔστι μαθητὴς κρείττων. οἱ δ’ ἐνταῦθα δηλούμενοι πολλοὶ διδάσκαλοι ἕτεροι τυγχάνουσιν, ὧν πολλάκις ὁ μαθητὴς κρείττων γίνεται διὰ πλείονος καὶ συνεχοῦς τῆς περὶ τοὺς θείους λόγους ἀσκήσεως.