Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.29
Not analysed yet
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Καὶ τοῦ πρακτικοῦ, φησίν, ἐπιμελούμενος τὰς πορείας μου καὶ τοῦ βίου τὰς ὁδοὺς ἐπαιδαγώγουν. πάσης μὲν οὖν ὁδοῦ πονηρᾶς φυλάττων ἐμαυτόν, ἐπὶ δὲ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν τοὺς ἐμαυτοῦ πόδας ἐντιθεὶς καὶ τοῦτ’ ἔπραττον, ἵνα μὴ μέχρι ῥημάτων μηδὲ μέχρι γλώττης καὶ χειλέων, ἀλλὰ δι’ αὐτῶν ἔργων οἱ λόγοι σου φυλάττοιντο παρ’ ἐμοῦ.