Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.30
Not analysed yet
νουν Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Ἐπεὶ μηδενὸς ἐκβιασαμένου οἰκείᾳ χρησάμενος ὁρμῇ καὶ προαιρέσει ἀγαθῇ ὅρκῳ ἑαυτὸν κατεδήσατο καὶ ὤμοσε τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσνύνης τοῦ θεοῦ ,εὔχεται τὸν ὅρκον αὐτοῦ ἀποδοχῆς ἄξιον παρὰ τῷ θεῷ γενέσθαι· δεῖται γὰρ πολλῆς διδασκαλίας καὶ ἡ γνῶσις τῶν κριμάτων τοῦ θεοῦ.