Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-13
Not analysed yet
βηθ Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου. Τὸ ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· διὰ τίνος λαμπρύνει νέος τὴν ὁδὸν αὐτοῦ; ἐδίδαξεν, ὅτι πολλῆς ἐστιν ἀκαθαρσίας καὶ ῥυπαρίας ἡ νεότης μεστή. διὸ καὶ δεῖται καθάρσεως. τοῦτον οὖν ἐπιζητήσας εὗρε τὸν τρόπον καὶ φησίν· ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.