Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-4
Not analysed yet
Ζητήσατε τὸν κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός. Παρορμήσας ὁ λόγος τοὺς τῶν ἐθνῶν κήρυκας ἐπὶ τὸ προθύμως ἐκζητῆσαι τὸν κύριον διὰ τοῦ εἰπεῖν· εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον ,ἔτι μᾶλλον αὐτοὺς ἐπιρρώννυσι φάσκων· ζητήσατε τὸν κύριον καὶ κραταιώθητε. τοῦτο δὲ αὐτοῖς κραταιότατα προσφωνεῖ ὡς δεομένοις κράτους καὶ δυνάμεως εἰς τὸ ἰσχῦσαι τὸ προστεταγμένον ποιῆσαι· ἐπειδὴ γὰρ πᾶσι τοῖς ἔθνεσιν ἤμελλον κηρύσσειν, Ἕλλησί τε καὶ βαρβάροις, ὡς ἂν δεομένοις μείζονος δυνάμεως καὶ ἰσχύος κατὰ τό· κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ ,ἀναγκαίως λέλεκται αὐτοῖς· ζητήσατε τὸν κύριον καὶ κραταιώθητε. ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός, οὐ τρίτον τοῦ ἐνιαυτοῦ κατὰ τὸν ὑπὸ Μωυσέως δοθέντα νόμον φαινόμενοι ἐνώπιον αὐτοῦ, ἀλλὰ παρὰ πάντα τὸν βίον· ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι.