Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμθʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-35
Not analysed yet
Αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Παραδόξως δὲ ὁ Ἀκύλας ἐν τούτοις τὴν ἀποδοθεῖσαν διάνοιαν παρέστησε δουλεύσας τῇ Ἑβραίων φωνῇ εἰπών· καὶ μάχαιρα στομάτων ἐν χειρὶ αὐτῶν. καὶ περὶ τῶν ἐναντίων δὲ τούτοις τὸν διὰ τοῦ ἰδίου στόματος θάνατον καὶ ἀπώλειαν ἐργαζομένων τοῖς ὑπ’ αὐτῶν ἁλισκομένοις εἴρηταί που· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. σφόδρα δὲ θαυμαστῶς ἐν τούτοις τὴν μὲν μάχαιραν τῶν στομάτων ἐν ταῖς πράξεσιν ἐνεργεῖν ὁ λόγος παρέστησε, τὰς δὲ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ στόματι αὐτῶν διδάσκων, ὅτι τῷ μὲν στόματι καὶ τῇ φωνῇ τῇ ἑαυτῶν ἐχρῶντο ἐπὶ διδασκαλίᾳ τοῦ λόγου, δι’ ἧς τὸν ὕμνον ἀνύψουν παρὰ τοῖς ἀκούειν αὐτῶν δυναμένοις, ταῖς δὲ χερσίν, τουτέστι ταῖς πράξεσι, τοιαῦτα ἐνήργουν, ὡς τὰς πράξεις αὐτῶν ἰσχὺν ἔχειν καθαιρετικὴν πάσης ἀντικειμένης δυνάμεως.