Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-6
Not analysed yet
Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Μήποτε δὲ καὶ ἄλλως παρίστησιν ὁ λόγος διὰ τούτων μέχρις ἡμῶν φθάνειν τὴν πρόνοιαν τοῦ θεοῦ. ἐπειδὴ γὰρ τὰ μέχρι σελήνης μικρολόγως τινὲς εἶπον πρόνοιας ἠξιῶσθαι, τὰ δὲ ὑποβεβηκότα οὐκέτι, ἀναγκαίως ἐν τούτοις τὸ προφητικὸν πνεῦμα διδάσκει, ὅτι οὐ μόνον ὑπεράνω τῶν οὐρανῶν, ἀλλὰ καὶ μέχρι τῶν ἐπὶ γῆς διαταττομένων νεφελῶν, δι’ ὧν οἱ ἐπὶ γῆς ὄμβροι ἅπασι χορηγοῦνται, ἡ τοῦ θεοῦ φθάνει πρόνοια. διὰ τοῦτο οὖν εὐχαριστῶ σοι, φησίν, ἐπειδὴ οὐ μόνον τῶν κατ’ οὐρανόν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς προνοεῖς. καὶ αὐτὸς δὲ ὁ κύριος ἔλεός ἐστι καὶ ἀλήθεια νεφελῶν καὶ οὐρανῶν ὑψηλότερος καὶ πᾶσι περίοπτος διὰ τὴν δόξαν τὴν τῆς θεότητος.