Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.31
Not analysed yet
σαμχ Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Εἰπὼν ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι ἀκολούθως τὸν θεὸν καὶ εἰς τοῦτο βοηθὸν ἐπικαλεῖται, ὡς ἂν τῇ ἑαυτοῦ δυνάμει ἀπελαθεῖεν τῆς ἑαυτοῦ ψυχῆς οἱ πονηρευόμενοι σχολῆς τε τυχὼν τῆς κατὰ θεὸν ζωῆς τε καὶ σωτηρίας τύχοι καὶ μὴ ἀποπέσοι τῆς ἑαυτοῦ προσδοκίας. Καὶ πάλιν ἀξιοῖ βοηθείας τυχεῖν εἰς τὸ διασωθῆναι καί φησιν· βοήθησόν μοι, καὶ σωθήσομαι .