Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.32
Not analysed yet
αιν Ἐποίησα κρίμα καὶ δικαιοσύνην. μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με. Ὁ κατὰ τὴν ἀρχὴν στοιχειούμενος, ὡς ἂν ἤδη προκόψας ἐπὶ πολὺ καὶ τὰ μεγάλα κατορθώσας, εὔχεται μὴ ἐκπεσεῖν τῆς προκοπῆς. εἶτα συνορῶν, ὅτι τοῖς καλοῖς πολλοὶ βασκαίνουσι καὶ λέγειν μέν τι φαῦλον περὶ αὐτῶν οὐδὲν ἔχουσιν, περιπλέκουσι δὲ συκοφαντίας, ἱκετεύει καὶ δέεται καὶ τούτων ῥυσθῆναι. ἀντὶ δὲ τοῖς ἀδικοῦσι με Ἀκύλας ἐξέδωκεν· μὴ ἀφῇς με τοῖς συκοφαντοῦσί με. καὶ ἐπιλέγει·