Ancient Greek
3.33 to 3.34
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.33-34
Not analysed yet
Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ἀναγκαίως παρακαλεῖ τὸν θεὸν ἀνάδοχον ἑαυτοῦ γενέσθαι καὶ ὥσπερ ἐγγυητήν, ἵν’ αὐτὸς καὶ φύλαξ αὐτοῦ γένηται τηρῶν ἑαυτοῦ καὶ φυλάττων τὴν ἐγγύην πρὸς τὸ μηδεμίαν λαβὴν παρασχεῖν τοῖς ἐφεδρεύουσιν αὐτῷ συκοφάνταις. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Ἄνω βλέπων ἐπὶ τὸ σωτήριόν σου καὶ τὸν λόγον σου πάσας, φησίν, ἀνήρτησα ἐπὶ ταῦτα τὰς ἐμαυτοῦ ἐλπίδας ῥυσθῆναι εὐχόμενος ἀπὸ τῶν διαφθονουμένων μου τῇ σωτηρίᾳ.