Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.35
Not analysed yet
Καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ. διεσκέδασαν τὸν νόμον σου. διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐγὼ μὲν ἐποίησα κρίμα καὶ δικαιοσύνην ,καὶ σοὶ δὲ τῷ θεῷ ἔσται ποτὲ καιρὸς τοῦ ποιῆσαι δηλονότι κρίμα καὶ δικαιοσύνην κατὰ τῶν διασκεδασάντων τὸν νόμον σου. τοῦτο οὖν ἐποίουν ἐγὼ καὶ φυλαττόμενος περιπεσεῖν τῷ καιρῷ ἐκείνῳ καὶ ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ πάντα τὰ παρὰ ἀνθρώποις τίμια νενομισμένα.