Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.36
Not analysed yet
φη Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Ἡ πρώτη γνῶσις καὶ ἡ ἐν ἀρχῇ παραδιδομένη διδασκαλία τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους, τὰ δὲ μαρτύριά σου θαυμαστὰ καὶ ἐκπλήξεως πλήρη. εἰκότως τὸ δοχεῖον τῆς ἐμαυτοῦ ψυχῆς ἀναπετάσας καὶ ὥσπερ τὸ στόμα αὐτὸ ἀνοίξας τὸ παρὰ σοῦ θεῖον πνεῦμα ὑπεδεχόμην πιστεύσας ἐπαγγελίᾳ λεγούσῃ· ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό . καὶ τοῦτ’ ἔπραττον ἐφελκόμενος εἰς ἐμαυτὸν τὸ παρὰ σοῦ πνεῦμα ,ἵνα καὶ τὰ μαρτύριά σου τὰ θαυμαστὰ γνῶ καὶ τῶν λόγων σου τὸν φωτισμὸν κτήσωμαι διὰ τοῦ σοῦ πνεύματος τὴν τούτων εἰληφὼς κατάληψιν.